Grekortodoksa psalmado - ĉantita de la atonitaj monaĥoj de Simonopetra
(Dankon al Efthimios Mavrogeorgiadis pro lia helpo en la redaktado de ĉi tiu paĝo)
Jen la 8 unuaj versikloj de la 95a Psalmo (t.e. 94a lau Septuaginta, tradicia numerado en Ortodoksio, en Francio ktp.). Tiu Psalmo enhavas entute 11 v.
Kiam oni kantas kaj ne simple legas la psalmojn, oni kantas post ĉiu versiklo "parentezan Haleluja" (παρενειρόμενα Ἀλληλούια). La disdivido de la versikloj 7 kaj 8 estis ŝanĝita kompare kun la Biblio: tiel, ili estas pli konformaj al la sintakso kaj pli ekvilibraj por la ĉantado. La versiklo 3 ne estas ekzakte la teksto de Septuaginta sed la kutima teksto de la psalmo-libro de grekortodoksoj.
Psa 95 (94) Ps94.mp3
1. Δεῦτε ἀγαλλιασώμεθα τῷ κυρίῳ, ἀλαλάξωμεν τῷ θεῷ τῷ σωτῆρι ἡμῶν· Αλληλουια
2. προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Αλληλουια
3. ὅτι θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·
4. ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν· Αλληλουια
5. ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Αλληλουια
6. δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς· Αλληλουια
7. ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ. Αλληλουια
8. σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ. Αλληλουια
Jen parto de la 8a Psalmo.
Psa 8 Ps8.mp3
1. Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Αλληλουια
2. ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Αλληλουια
3. ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. Αλληλουια
4. τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Αλληλουια
5. ἠλάττωσας αὐτὸν βραχύ τι παρ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, Αλληλουια
6. κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Αλληλουια
Rimarkoj:
- n°1 estas versiklo 2a, n°2 estas v. 3a ktp. (ĉar v. 1 estas entute la informoj pri la Psalmo)
- n°5 entenas versiklon 6an kaj duonon de versiklo 7a - poste oni tuj saltas al la lasta versiklo de la Psalmo, v. 10a